Σελίδες

Δευτέρα 5 Νοεμβρίου 2012

ΟΙ ΕΙΔΗΣΕΙΣ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ


Τὸ Π. Τ. Βαρκελώνα καὶ τὸ Ρ. Μαδρῖδ ἰσοφαρίζουσιν
8 Ὀκτωβρίου 2012

Picture
Ὁ τοῦ Βαρκελώνα πρωτοστάτης, Λιονῆλ Μέσσι
Οἱ δύο πρωταγωνισταί, ὅ τε Μέσσι καὶ ὁ Ῥονάλδο, δύο βαθμοὺς ἕκαστος ποιοῦνται

Μετὰ τὴν πολιτικὴν ταραχὴν ἣ ἐν τῇ Καταλονίᾳ νεωστὶ ἐγένετο (οἱ πολῖται  μάλιστα περὶ τούτου ἐν ταῖς ἁγυιαῖς διαλέγονται, πότερον δεῖ ἀπὸ τῆς Ἰσπανίας αὐτονόμους γενέσθαι ἢ οὔ), ἡ πολιτικὴ κατάστασις οὕτως μάργη ἦν ὥστε πάντες τοῦτον τὸν ἀγῶνα θεᾶσθαι ἐβούλοντο, ἔνιοι δὲ ἐφοβοῦντο μὴ ὁ ἀγὼν μάχη γένοιτο. ὡς ἐπὶ τὸ πολὺ οἱ ἀγῶνες τούτων τῶν δυοῖν τμημάτων μάχαι εἶναι δοκοῦσιν, πικρὰν γὰρ ἅμιλλαν ἀλλήλοις ἔχουσι τῆς πολιτικῆς καταστάσεως ἕνεκα, ὅμως δὲ σὺν τοῖς θεοῖς χθὲς οὐδὲν κακὸν ἐγένετο καὶ τοῖς θεαταῖς ἐξῆν κάλλιστον ἀγῶνα θεᾶσθαι. 

οὐδὲν τμῆμα ἐνικήσατο, ὁ γὰρ πρωτοστάτης τοῦ Π. Τ. Βαρκελώνα, ὁ Μέσσι, δύο βαθμοὺς ἐποιήσατο καὶ ὁ τοῦ Ρ. Μαδρῖδ πρωτοστάτης, ὁ Ῥονάλδο, τὸ αὐτὸ ἐποίησεν. πάντες νομίζουσι τούτους τοὺς δύο ἀγωνιστὰς τοὺς βελτίους τοῦ κόσμου εἶναι. τὰ δύο τμήματα κάλλιστα ἠγωνίσατο, πάντες δὲ οἱ δημοσιογράφοι ὁμολογοῦσιν ὅτι δίκαιον εἴη τὸ τέλος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου